Diakonie zwischen Vereinslokal und Herrenmahl. Jan Quenstedt
Чтение книги онлайн.

Читать онлайн книгу Diakonie zwischen Vereinslokal und Herrenmahl - Jan Quenstedt страница 53

СКАЧАТЬ ἰοβάκχων, εἰδὼς ἐπὶ τοῦ- | το ἀγορὰν ὀφείλουσαν ἀχθῆναι, μὴ ἀ- | παντήσῃ, ἀποτεισάτω τῷ κοινῷ λε- | πτοῦ δρ. νʹ. ἐὰν δὲ ἀπειθῇ πρασσόμε- | [100] νος, ἐξέστω τῷ ταμίᾳ κωλῦσαι αὐτὸν | τῆς εἰσόδου τῆς εἰς τὸ Βακχεῖον μέ- | χρις ἂν ἀποδοῖ. vvvv ἐὰν δέ τις τῶν | εἰσερχομένων τὸ ἰσηλύσιον μὴ | διδοῖ τῷ ἱερεῖ ἢ τῷ ἀνθιερεῖ, εἰργέσ- | [105] θω τῆς ἑστιάσεως μέχρις ἂν ἀπο- | δοῖ, καὶ πρασσέσθω ὅτῳ ἂν τρόπῳ | ὁ ἱερεὺς κελεύσῃ. vv μηδεὶς δ’ ἔπος | φωνείτω μὴ ἐπιτρέψαντος τοῦ ἱε- | ρέως ἢ τοῦ ἀνθιερέως, ἢ ὑπεύθυνος | [110] ἔστω τῷ κοινῷ λεπτοῦ δρ(αχμῶν) λʹ. | ὁ ἱερεὺς δὲ ἐπιτελείτω τὰς ἐθίμους | λιτουργίας στιβάδος καὶ ἀμφιετη- | ρίδος εὐπρεπῶς καὶ τιθέτω τὴν | τῶν καταγωγίων σπονδὴν στι- | [115] βάδι μίαν καὶ θεολογίαν, ἣν ἤρ- | ξατο ἐκ φιλοτειμίας ποιεῖν ὁ ἱε- | ρασάμενος Νεικόμαχος. vv ὁ δὲ ἀρχί- | βακχος θυέτω τὴν θυσίαν τῷ | θεῷ καὶ τὴν σπονδὴν τιθέτω | [120] κατὰ δεκάτην τοῦ Ἐλαφηβολι- | ῶνος μηνός. vv μερῶν δὲ γεινομέ- | νων αἰρέτω ἱερεύς, ἀνθιερεύς, | ἀρχίβακχος, ταμίας, βουκολικός, | Διόνυσος, Κόρη, Παλαίμων, Ἀφρο- | [125] δείτη, Πρωτεύρυθμος· τὰ δὲ ὀνό- | ματα αὐτῶν συνκληρούσθω | πᾶσι. vv ὃς δ’ ἂν τῶν ἰοβάκχων λάχῃ κλῆ- | ρον ἢ τειμὴν ἢ τάξιν, τιθέτω τοῖς ἰο- | βάκχοις σπονδὴν ἀξίαν τῆς τάξεως, | [130] γάμων, γεννήσεως, Χοῶν, ἐφηβείας, | πολειτείας, ῥαβδοφορίας, βουλείας, ἀ- | θλοθεσίας, Πανέλληνος, γερουσίας, | θεσμοθεσίας, ἀρχῆς ἧσδηποτεοῦν, | συνθυσίας, εἰρηναρχίας, ἱερονείκου, | [135] καὶ εἴ τίς τι ἐπὶ τὸ κρεῖσσον ἰόβακχος ὢν | τύχοιτο. v εὔκοσμος δὲ κληρούσθω ἢ καθισ- | τάσθω ὑπὸ τοῦ ἱερέως, ἐπιφέρων τῷ ἀκοσ- | μοῦντι ἢ θορυβοῦντι τὸν θύρσον τοῦ θε- | οῦ. vv ᾧ δὲ ἂν παρατεθῇ ὁ θύρσος, ἐπικρεί- | [140] ναντος τοῦ ἱερέως ἢ τοῦ ἀρχιβάκχου | ἐξερχέσθω τοῦ ἑστιατορείου. v ἐὰν δὲ ἀ- | πειθῇ, αἰρέτωσαν αὐτὸν ἔξω τοῦ πυλῶ- | νος οἱ κατασταθησόμενοι ὑπὸ τῶν | ἱερέων ἵπποι, καὶ ἔστω ὑπεύθυνος | [145] τοῖς περὶ τῶν μαχομένων προστεί- | μοις. vv ταμίαν δὲ αἱρείσθωσαν οἱ ἰόβακ- | χοι ψήφῳ εἰς διετίαν, καὶ παραλαμβα- | νέτω πρὸς ἀναγραφὴν τὰ τοῦ Βακχεί- | ου πάντα, καὶ παραδώσει ὁμοίως τῷ | [150] μετ’ αὐτὸν ἐσομένῳ ταμίᾳ. παρεχέτω | δὲ οἴκοθεν τὸ θερμόλυχνον τάς τε ἐ- | νάτας καὶ ἀμφιετηρίδα καὶ στιβάδα, | καὶ ὅσαι ἔθιμοι τοῦ θεοῦ ἡμέραι, καὶ | τὰς ἀπὸ κλήρων ἢ τειμῶν ἢ τάξε- | [155] ων ἡμέρας. vv αἱρείσθω δὲ γραμμα- | τέα, ἐὰν βούληται, τῷ ἰδίῳ κινδύνῳ, | συνκεχωρήσθω δὲ αὐτῷ ἡ ταμιευ- | τικὴ σπονδὴ καὶ ἔστω ἀνείσφορος | τὴν διετίαν. vv ἐὰν δέ τις τελευτή- | [160] σῃ ἰόβακχος, γεινέσθω στέφανος αὐ- | τῷ μέχ<ρ>ι * εʹ, καὶ τοῖς ἐπιταφήσασι τι- | θέσθω οἴνου κεράμιον ἕν, ὁ δὲ μὴ | ἐπιταφήσας εἰργέσθω τοῦ οἴνου.

      Alles Gute! In der Zeit [des] Archonten Arrios Epaphrodeitus, am achten des Monats Elaphebolionos, brachte zum ersten Mal der von [5] Aurelius Neikomachos, der 17 Jahre Anthiereus und 23 Jahre PriesterPriester gewesen ist und lebend zurückgetreten war, zu Ordnung und EhreEhre des BaccheionBaccheion [zugunsten] des vortrefflichsten Klaudius Herodes, [der] ernannte PriesterPriester, eine VersammlungVersammlung zusammen, von welchem er zum Anthiereus [10] ernannt war, leitete er die Grundsätze derer ein, die PriesterPriester waren, Chrysippos und Dionysios, und als zustimmten der PriesterPriester und der ArchibacchosArchibacchos und der Prostates riefen sie [d.h. die Versammelten] laut aus: „Dieses wollen wir immer gebrauchen!“, „Wohlergehen dem PriesterPriester!“, СКАЧАТЬ