Пролегомены к государству Платона. Вторая часть. Георг Фердинанд Реттиг
Чтение книги онлайн.

Читать онлайн книгу Пролегомены к государству Платона. Вторая часть - Георг Фердинанд Реттиг страница 29

СКАЧАТЬ style="font-size:15px;">      καὶ νέον ὄντα καὶ μήπω λόγον ἔχοντα τί τε χρηστὸν καὶ μή, οὐ φήσομεν φιλομαθῆ οὐδὲ φιλόσοφον εἶναι, ὥσπερ τὸν περὶ τὰ σιτία δυσχερῆ οὔτε πεινῆν φαμεν οὔτ» ἐπιθυμεῖν σιτίων, οὐδὲ φιλόσιτον ἀλλὰ κακόσιτον εἶναι.

      καὶ ὀρθῶς γε φήσομεν.

      τὸν δὲ δὴ εὐχερῶς ἐθέλοντα παντὸς μαθήματος γεύεσθαι καὶ ἁσμένως ἐπὶ τὸ μανθάνειν ἰόντα καὶ ἀπλήστως ἔχοντα, τοῦτον δ» ἐν δίκῃ φήσομεν φιλόσοφον: ἦ γάρ;

      475d

      καὶ ὁ Γλαύκων ἔφη: πολλοὶ ἄρα καὶ ἄτοποι ἔσονταί σοι τοιοῦτοι. οἵ τε γὰρ φιλοθεάμονες πάντες ἔμοιγε δοκοῦσι τῷ καταμανθάνειν χαίροντες τοιοῦτοι εἶναι, οἵ τε φιλήκοοι ἀτοπώτατοί τινές εἰσιν ὥς γ» ἐν φιλοσόφοις τιθέναι, οἳ πρὸς μὲν λόγους καὶ τοιαύτην διατριβὴν ἑκόντες οὐκ ἂν ἐθέλοιεν ἐλθεῖν, ὥσπερ δὲ ἀπομεμισθωκότες τὰ ὦτα ἐπακοῦσαι πάντων χορῶν περιθέουσι τοῖς Διονυσίοις οὔτε τῶν κατὰ πόλεις οὔτε τῶν κατὰ κώμας ἀπολειπόμενοι. τούτους οὖν πάντας καὶ ἄλλους τοιούτων τινῶν

      475e

      μαθητικοὺς καὶ τοὺς τῶν τεχνυδρίων φιλοσόφους φήσομεν;

      οὐδαμῶς, εἶπον, ἀλλ» ὁμοίους μὲν φιλοσόφοις.

      τοὺς δὲ ἀληθινούς, ἔφη, τίνας λέγεις;

      τοὺς τῆς ἀληθείας, ἦν δ» ἐγώ, φιλοθεάμονας.

      καὶ τοῦτο μέν γ», ἔφη, ὀρθῶς: ἀλλὰ πῶς αὐτὸ λέγεις;

      οὐδαμῶς, ἦν δ» ἐγώ, ῥᾳδίως πρός γε ἄλλον: σὲ δὲ οἶμαι ὁμολογήσειν μοι τὸ τοιόνδε.

      τὸ ποῖον;

      ἐπειδή ἐστιν ἐναντίον καλὸν αἰσχρῷ, δύο αὐτὼ εἶναι.

      476a

      πῶς δ» οὔ;

      οὐκοῦν ἐπειδὴ δύο, καὶ ἓν ἑκάτερον;

      καὶ τοῦτο.

      καὶ περὶ δὴ δικαίου καὶ ἀδίκου καὶ ἀγαθοῦ καὶ κακοῦ καὶ πάντων τῶν εἰδῶν πέρι ὁ αὐτὸς λόγος, αὐτὸ μὲν ἓν ἕκαστον εἶναι, τῇ δὲ τῶν πράξεων καὶ σωμάτων καὶ ἀλλήλων κοινωνίᾳ πανταχοῦ φανταζόμενα πολλὰ φαίνεσθαι ἕκαστον.

      ὀρθῶς, ἔφη, λέγεις.

      ταύτῃ τοίνυν, ἦν δ» ἐγώ, διαιρῶ, χωρὶς μὲν οὓς νυνδὴ ἔλεγες φιλοθεάμονάς τε καὶ φιλοτέχνους καὶ πρακτικούς,

      476b

      καὶ χωρὶς αὖ περὶ ὧν ὁ λόγος, οὓς μόνους ἄν τις ὀρθῶς προσείποι φιλοσόφους.

      πῶς, ἔφη, λέγεις;

      οἱ μέν που, ἦν δ» ἐγώ, φιλήκοοι καὶ φιλοθεάμονες τάς τε καλὰς φωνὰς ἀσπάζονται καὶ χρόας καὶ σχήματα καὶ πάντα τὰ ἐκ τῶν τοιούτων δημιουργούμενα, αὐτοῦ δὲ τοῦ καλοῦ ἀδύνατος αὐτῶν ἡ διάνοια τὴν φύσιν ἰδεῖν τε καὶ ἀσπάσασθαι.

      ἔχει γὰρ οὖν δή, ἔφη, οὕτως.

      οἱ δὲ δὴ ἐπ» αὐτὸ τὸ καλὸν δυνατοὶ ἰέναι τε καὶ ὁρᾶν καθ» αὑτὸ ἆρα οὐ σπάνιοι ἂν εἶεν;

      476c

      καὶ μάλα.

      ὁ οὖν καλὰ μὲν πράγματα νομίζων, αὐτὸ δὲ κάλλος μήτε νομίζων μήτε, ἄν τις ἡγῆται ἐπὶ τὴν γνῶσιν αὐτοῦ, δυνάμενος ἕπεσθαι, ὄναρ ἢ ὕπαρ δοκεῖ σοι ζῆν; σκόπει δέ. τὸ ὀνειρώττειν ἆρα οὐ τόδε ἐστίν, ἐάντε ἐν ὕπνῳ τις ἐάντ» ἐγρηγορὼς τὸ ὅμοιόν τῳ μὴ ὅμοιον СКАЧАТЬ